Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 15: 43-47
Τῷ
καιρῷ ἐκείνῳ, ἐλθὼν ᾿Ιωσὴφ ὁ ἀπὸ ᾿Αριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν
προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον, καὶ ᾐτήσατο
τὸ σῶμα τοῦ ᾿Ιησοῦ. Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν, εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος
τὸν Κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν, εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ Κεντυρίωνος,
ἐδωρήσατο τὸ σῶμα τῷ ᾿Ιωσήφ. Καὶ ἀγοράσας σινδόνα, καὶ καθελὼν αὐτὸν, ἐνείλησε
τῇ σινδόνι, καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ
προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μημείου. Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ᾿Ιωσῆ,
ἐθεώρουν ποῦ τίθεται.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου