Εἰς τὴν Λειτουργίαν
Ἐκ τοῦ κατὰ Ἰωάννην
Κεφ. 12: 1-18
Πρὸ
ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ ᾿Ιησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν
ἤγειρεν ἐκ νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος
εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. Ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου
πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ ᾿Ιησοῦ, καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς
τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. Λέγει οὖν εἷς ἐκ
τῶν Μαθητῶν αὐτοῦ, ᾿Ιούδας Σίμωνος ᾿Ισκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι·
Διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς; Εἶπε δὲ
τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾿ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον
εἶχε, καὶ τὰ βαλλόμενα ἐβάσταζεν. Εἶπεν οὖν ὁ ᾿Ιησοῦς· Ἄφες αὐτήν, εἰς τὴν ἡμέραν
τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾿ ἑαυτῶν,
ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. ῎Εγνω οὖν ὄχλος πολὺς ἐκ τῶν ᾿Ιουδαίων ὅτι ἐκεῖ ἐστι,
καὶ ἦλθον οὐ διὰ τὸν ᾿Ιησοῦν μόνον, ἀλλ᾿ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν
ἐκ νεκρῶν. Ἐβουλεύσαντο δὲ οἱ Ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι
πολλοὶ δι᾿ αὐτὸν ὑπῆγον τῶν ᾿Ιουδαίων, καὶ ἐπίστευον εἰς τὸν ᾿Ιησοῦν. Τῇ ἐπαύριον
ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα,
ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτῷ, καὶ ἔκραζον· «Ὡσαννά,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου», Βασιλεὺς τοῦ ᾿Ισραήλ. Εὑρὼν δὲ ὁ ᾿Ιησοῦς
ὀνάριον, ἐκάθισεν ἐπ᾿ αὐτό, καθώς ἐστι γεγραμμένον· «Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ,
ὁ Βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου». Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ
Μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ᾿ ὅτε ἐδοξάσθη ὁ ᾿Ιησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα
ἦν ἐπ᾿ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. ᾿Εμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν
μετ᾿ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου