Ἐκ τοῦ κατὰ Ἰωάννην
Κεφ. 19: 38-42
Τῷ
καιρῷ ἐκείνῳ, ἠρώτησε τὸν Πιλᾶτον ὁ ᾿Ιωσὴφ ὁ ἀπὸ ᾿Αριμαθαίας, ὢν μαθητὴς τοῦ ᾿Ιησοῦ,
κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν ᾿Ιουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ ᾿Ιησοῦ· καὶ ἐπέτρεψεν
ὁ Πιλᾶτος. Ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα τοῦ ᾿Ιησοῦ. Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν
πρὸς τὸν ᾿Ιησοῦν νυκτὸς τὸ πρῶτον, φέρων μῖγμα σμύρνης καὶ ἀλόης, ὡσεὶ λίτρας ἑκατόν.
Ἔλαβον οὖν τὸ σῶμα τοῦ ᾿Ιησοῦ, καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων,
καθὼς ἔθος ἐστὶ τοῖς ᾿Ιουδαίοις ἐνταφιάζειν. Ἦν δὲ ἐν τῷ τόπῳ, ὅπου ἐσταυρώθη,
κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη· Ἐκεῖ οὖν διὰ τὴν
Παρασκευὴν τῶν ᾿Ιουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν ᾿Ιησοῦν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου